Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.245 Joseph. AJ 6.249 (English) >>Joseph. AJ 6.252

6.247

Διασωθεὶς δὲ οὗτος ἐκ τῆς Γίττης εἰς τὴν Ἰούδα παραγίνεται φυλὴν καὶ ἐν τῷ πρὸς Ἀδολλάμῃ πόλει σπηλαίῳ διατρίβων πέμπει πρὸς τοὺς ἀδελφοὺς δηλῶν αὐτοῖς ἔνθα εἴη. οἱ δὲ μετὰ πάσης συγγενείας ἧκον πρὸς αὐτόν· καὶ τῶν ἄλλων δὲ ὅσοις χρεία ἦν φόβος ἐκ Σαούλου τοῦ βασιλέως συνερρύησαν πρὸς αὐτὸν καὶ ποιεῖν τὰ ἐκείνῳ δοκοῦντα ἑτοίμως ἔχειν ἔλεγον. ἐγένοντο δὲ οἱ πάντες ὡσεὶ τετρακόσιοι. 6.248θαρρήσας δὲ ὡς καὶ χειρὸς αὐτῷ καὶ συνεργίας ἤδη γεγενημένης ἀπάρας ἐκεῖθεν ἀφικνεῖται πρὸς τὸν τῶν Μωαβιτῶν βασιλέα, καὶ τοὺς γονεῖς αὐτοῦ εἰς τὴν ἑαυτοῦ χώραν προσδεξάμενον ἕως οὗ ἐπὶ τὸ καθʼ αὑτὸν τέλος ἔχειν παρεκάλει· κατανεύσαντος δʼ αὐτοῦ τὴν χάριν καὶ πάσης τοὺς γονεῖς τοῦ Δαυίδου τιμὴς παρʼ ὃν ἐτύγχανον παρʼ αὐτῷ χρόνον ἀξιώσαντος 6.249 αὐτὸς τοῦ προφήτου κελεύσαντος αὐτὸν τὴν μὲν ἐρημίαν ἐκλιπεῖν, πορευθέντα δʼ εἰς τὴν κληρουχίαν τῆς Ἰούδα φυλῆς ἐν αὐτῇ διάγειν πείθεται καὶ παραγενόμενος εἰς Σάριν πόλιν ἐν αὐτῇ κατέμενε. 6.250Σαοῦλος δʼ ἀκούσας ὅτι μετὰ πλήθους ὀφθείη Δαυίδης οὐκ εἰς τυχόντα θόρυβον καὶ ταραχὴν ἐνέπεσεν, ἀλλʼ εἰδὼς τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὴν εὐτολμίαν οὐδὲν ἐξ αὐτοῦ μικρὸν ἀνακύψειν ἔργον ἐφʼ οὗ κλαύσεσθαι πάντως καὶ πονήσειν ὑπενόησε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.245 Joseph. AJ 6.249 (English) >>Joseph. AJ 6.252

Powered by PhiloLogic